Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.168 Joseph. AJ 19.173 (English) >>Joseph. AJ 19.176

19.171νεωτέροις παίδευμα ἀρετῆς καταστάσεως ἀγαθὸν ἀνδράσι τοῖσδε ἀφʼ ὧν γεγόναμεν, νῦν δὲ ἤδη καὶ ἡμῖν διὰ τὴν ἄρτι ὥραν οὐδὲν προυργιαίτερον εἴη τοῦ ζῆν μετὰ ἀρετῆς, μόνη ἐκφροντίζει τῷ ἀνθρωπείῳ τὸ ἐλεύθερον· 19.172ἐγὼ γὰρ τὰ παλαιὰ οἶδα ἀκοῇ παραλαβών, οἷς δὲ ὄψει ὁμιλήσας ᾐσθόμην, οἵων κακῶν τὰς πολιτείας ἀναπιμπλᾶσιν αἱ τυραννίδες, κωλύουσαι μὲν πᾶσαν ἀρετὴν καὶ τοῦ μεγαλόφρονος ἀφαιρούμεναι τὸ ἐλεύθερον, κολακείας δὲ καὶ φόβου διδάσκαλοι καθιστάμεναι διὰ τὸ μὴ ἐπὶ σοφίᾳ τῶν νόμων, ἀλλʼ ἐπὶ τῇ ὀργῇ τῶν ἐφεστηκότων καταλιπεῖν τὰ πράγματα. 19.173ἀφʼ οὗ γὰρ Ἰούλιος Καῖσαρ φρονήσας ἐπὶ καταλύσει τῆς δημοκρατίας καὶ διαβιασάμενος τὸν κόσμον τῶν νόμων τὴν πολιτείαν συνετάραξεν, κρείσσων μὲν τοῦ δικαίου γενόμενος, ἥσσων δὲ τοῦ κατʼ ἰδίαν ἡδονὴν αὐτῷ κομιοῦντος, οὐκ ἔστιν τι τῶν κακῶν οὐ διέτριψεν τὴν πόλιν, 19.174φιλοτιμηθέντων πρὸς ἀλλήλους ἁπάντων, οἳ ἐκείνῳ διάδοχοι τῆς ἀρχῆς κατέστησαν, ἐπʼ ἀφανισμῷ τοῦ πατρίου καὶ ὡς ἂν μάλιστα τῶν πολιτῶν ἐρημίαν τοῦ γενναίου καταλείποιεν, διὰ τὸ οἴεσθαι πρὸς ἀσφαλείας εἶναι τῆς αὐτῶν τὸ κιβδήλοις ἀνδράσιν ὁμιλεῖν καὶ τῶν ἀρετῇ προύχειν πεπιστευμένων οὐ μόνον ὑφαιρεῖν τι τοῦ αὐχήματος, ἀλλʼ εἰς τὸ πᾶν ἐπιφημίζειν αὐτῷ τοῖς ὀλέθροις


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.168 Joseph. AJ 19.173 (English) >>Joseph. AJ 19.176

Powered by PhiloLogic